Δεινὸς σεισμὸς ἐν τῇ Ἰταλίᾳ

Δεινὸς σεισμὸς ἐν τῇ Ἰταλίᾳ
25 Αὐγούστου 2016

Picture  Τῇ Τρίτῃ ἡμέρᾳ τῆς νυκτὸς δεινὸς σεισμὸς ἐγένετο ἐν τῇ Ἰταλία, ἐν τῷ κέντρῳ τῆς χώρας, ἡ δὲ πόλις Ἀματρίζη καὶ πολλαὶ ἄλλαι παντελῶς διεφθάρησαν. κατὰ τοὺς ἄρχοντας διακόσιοι τετταράκοντα καὶ ἑπτὰ ἄνθρωποι ἀπέθανον, φοβοῦνται δὲ μὴ πλείονες ἀπέθανον, ἴσως γὰρ πολλοὶ νεκροὶ ὑπὸ τῶν πτωμάτων κεῖνται. νῦν πάντες ὡς τάχιστα πονοῦσιν ἵνα εὑρῶσι τούτους οἵτινες μένωσιν ἂν ὑπὸ τῶν πτωμάτων ἔτι ζῶντες.

ἄλλων ἑξήκοντα μειόνων σεισμῶν μετὰ τὸν πρῶτον σεισμὸν γενομένων, πολλοῖς πολίταις ἔδοξεν ἔξω τῶν οἰκοδομημάτων μένειν φοβουμένοις μὴ τὰ οἰκοδομήματα ἃ ἔτι καὶ νῦν ἕστηκε καταπέσοι.

This entry was posted in Uncategorized. Bookmark the permalink.

Αφήστε μια απάντηση