Διαδήλωσις ἐν τῷ Παρίσι… ὑπὲρ τῶν ἰχθύων

Διαδήλωσις ἐν τῷ Παρίσι… ὑπὲρ τῶν ἰχθύων.

21 Μαίου 2017

Picture

Χθὲς τῷ Σαββάτῳ, τῇ “Εὐρωπαίῃ τῆς Θαλάττης Ἡμέρᾳ“, διαδήλωσις ἐγένετο ἐν τῇ τῆς Γαλλίας πρωτευούσῃ, οὐ μὴν ὑπὲρ τῶν παίδων οἳ ἐν τοῖς πολέμοις ἀποθνῄσκουσιν ἢ ὑπὲρ τῆς δημοκρατίας… ἀλλὰ ὑπὲρ τῶν ἰχθύων.

οἱ διαδηλοῦντες, τοὺς ἰχθῦς μιμεῖσθαι βουλόμενοι, τὸ σῶμα θαλαττίῳ χρώματι ἐπιχρισάμενοι καὶ δίκτυα περιβαλομένοι, χαμαὶ ἔκειντο (οὕτως ὡς δυνάμεθα ἐν τῇ φωτογραφίᾳ ἰδεῖν), ἐβούλοντο γὰρ ἐπιδεῖξαι ὅτι οὐ μόνον τὰ ζῷα θηρευόμενα ἀλλὰ καὶ οἱ ἰχθύες ἁλιευόμενοι μάλιστα πάσχουσιν. κατὰ τὴν Ἀλεξάνδρα Βλᾶγκ, ἡ τῆς ἑταιρείας  Vegan Impact πρόεδρος, πάντες οἱ ὑπὲρ τῶν τῶν ζῴων δικαίων μαχόμενοι ἀεὶ τῶν ἰχθύων ἐπιλανθάνονται, εἶπε δὲ καὶ ὅτι οἱ μὲν χορτοφάγοι, κρέας ἐσθίειν οὐ βουλόμενοι, “εἰς τοὺς ἰχθῦς φεύγοιεν“, τοῦτο δὲ τὸ αὐτὸ εἴη.

τῆς διαδηλώσεως τελευτησάσης, ἡ Α. Β. ἄγγελμα τοῖς τε παροῦσι καὶ τοῖς δημοσιογράφοις ἀνέγνω καθ’ ὃ οἱ μὲν Γάλλοι ἄγαν ἰχθύος ἐσθίουσιν, ἕκαστος ἄθρωπος τριάκοντα πέντε χιλιόγραμμα κατ’ ἐνιαυτόν (τοῦτο δὲ τὸ αὐτό ἐστι καὶ ἑκατὸν γραμμάρια καθ’ ἡμέραν), πολλοὶ δὲ ἔμπειροι ἤδη εἶπον ὅτι τῷ μὲν 2050ῷ ἔτει οἱ ὠκεανοὶ ἴσως κενοὶ ἰχθύων κείσοιντο, δέοι δὲ τούτῳ τέλος ἐπιθεῖναι, οἱ γὰρ ὠκεανοὶ οὐχ οἷοί τ’ εἴεν τοῖς ἀνθρώποις τοσαῦτα ὅσων δεόμεθα παρέχειν.

http://www.akwn.net/
Δημοσιεύθηκε στην Uncategorized. Αποθηκεύστε τον μόνιμο σύνδεσμο.

Απάντηση