Ὁ Ποῦτιν περὶ τῆς Τουρκίας διαλέγεται
17 Δεκεμβρίου 2015
Καθ’ ἑκάστην Πέμπτην ὁ πρόεδρος Ποῦτιν τοῖς δημοσιογράφοις σύνοδον παρέχει ἐν ᾗ περὶ τῆς καταστάσεως λέγει καὶ πρὸς τὰ ἐρωτήματα ἀποκρίνεται, τήμερον δὲ 1,392 δημοσιογράφοι παρῆσαν, τοσοῦτοι ὅσοι οὐδέποτε τὸ πρότερον. πρῶτον μὲν κατὰ τὸ εἰκὸς περὶ τῆς οἰκονομικῆς καταστάσεως λέγων διεβεβαιώσατο ὅτι ἡ Ῥωσσικὴ οἰκονομία ἤδη τὴν κρίσιν νικήσειε· ἡ μὲν σύνοδος ἐν ἡσυχίᾳ ἦν μέχρι οἱ δημοσιογράφοι περὶ τοῦ τῆς Τουρκίας προβλήματος ἤροντο (ἡ γὰρ Τουρκία Ῥωσσικὸν ἀεροσκάφος ἐγγὺς τοῦ τῆς Συρίας ὅρου κατέβαλεν), ὁ δὲ Ποῦτιν τὸν τῆς φωνῆς τόνον ἐξαίφνης μεταβαλὼν ἀπεκρίνατο μὲν ὅτι οὐκ ἐξείη τοῖς Τούρκοις διαλέγεσθαι, εἶπε δὲ ἐρεθιστικὸς “ἡ μὲν Τουρκικὴ ἀρχὴ ᾤετο ἡμᾶς ἐκ τῆς Συρίας ἀποφεύξεσθαι, τοῦτο δὲ οὐχ οὕτως ἐγένετο, ἡ γὰρ Ῥωσσία οὐ τοιαύτη χώρα ἐστίν· τὸ τῶν ἀεροσκαφῶν πλῆθος ηὐξήκαμεν ἐν τῇ Συρίᾳ· εἰ τὸ πρότερον τὰ Τουρκικὰ ἀεροσκάφη ἐπὶ τῆς Συρίας κατὰ τοὺς διεθνεῖς νόμους ἐπέτετο, πειρησάντων τοῦτο νῦν ποιεῖν.“ οὐδένα ἔλαθε ταύτην τὴν χώραν ἀπειλῶν.